Demosthenes, Speeches (XML Header) [genre: prose; rhetoric] [word count] [lemma count] [Dem.].
<<Dem. 44.50 Dem. 44.54 (English) >>Dem. 44.56

44.52τὸ μετὰ ταῦτα τοίνυν πῶς οὐκ ἄτοπον καὶ δεινόν ἐστιν, ἅμα παρακαταβεβληκέναι τοῦ κλήρου πρὸς τῷ ἄρχοντι ὡς ὄντα αὐτὸν Ἀρχιάδου Λεώστρατον τουτονί, τὸν Ἐλευσίνιον τοῦ Ὀτρυνέως, διαμεμαρτυρηκέναι δʼ ἕτερον, ὡς αὐτοὶ ὁρᾶτε, φάσκοντα καὶ τοῦτον Ἀρχιάδου υἱὸν εἶναι; καὶ ποτέρῳ δεῖ προσέχειν ὑμῶν ὡς ἀληθῆ λέγοντι; 44.53αὐτὸ γὰρ τοῦτο τεκμήριον οὐκ ἐλάχιστόν ἐστι τοῦ ψευδῆ τὴν διαμαρτυρίαν γεγενῆσθαι, τὸ περὶ τοῦ αὐτοῦ πράγματος μὴ τὸν αὐτὸν ἀμφισβητεῖν. εἰκότως· ὅτε γὰρ οἶμαι Λεώστρατος οὑτοσὶ παρακατέβαλλε τοῦ κλήρου πρὸς ἡμᾶς, οὔπω <> διαμεμαρτυρηκὼς νῦν ἐνεγέγραπτο δημότης εἶναι. ὥστε πάντων ἂν δεινότατα πάθοιμεν, εἰ τῇ ὕστερον τῶν πραγμάτων γεγενημένῃ διαμαρτυρίᾳ πιστεύσετε ὑμεῖς.

44.54ἀλλὰ μὴν καὶ πρεσβύτερά γε αὑτοῦ διαμεμαρτύρηκεν. γὰρ μήπω ἐν τῷ οἴκῳ τῷ Ἀρχιάδου ὤν, ὅθʼ λῆξις αὕτη τοῦ κλήρου ἐγένετο, πῶς ἂν εἰδείη τι τούτων; ἔπειτʼ εἰ μὲν αὑτὸν διεμεμαρτυρήκει, εἶχεν ἂν λόγον αὐτῷ τὸ πρᾶγμα· ἀδίκως μὲν ἂν ἔγραφεν, οὐδὲν δʼ ἧττον ὑπὲρ τοῦ κατὰ τὴν ἡλικίαν γʼ ὄντος. νῦν δὲ γνησίους υἱοὺς γέγραφεν τῷ Ἀρχιάδῃ ἐκείνῳ εἶναι, τόν τε αὑτοῦ πατέρα δῆλον ὅτι καὶ τὸν κατὰ τὴν ἐξ ἀρχῆς ποίησιν, οὐκ ἐπιλογισάμενος ὅτι ἐπανεληλυθότες ἦσαν. οὐκοῦν ἀνάγκη πρεσβυτέρας πράξεις αὐτὸν καὶ μὴ τὰς ἐφʼ ἑαυτοῦ γεγενημένας διαμεμαρτυρηκέναι. εἶθʼ ὑμεῖς τῷ τοῦτο τετολμηκότι πιστεύσετε ὡς ἀληθῆ λέγοντι;



Demosthenes, Speeches (XML Header) [genre: prose; rhetoric] [word count] [lemma count] [Dem.].
<<Dem. 44.50 Dem. 44.54 (English) >>Dem. 44.56

Powered by PhiloLogic